2 Corinthians 9

1Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περισσόν μοί ἐστιν τὸ γράφειν ὑμῖν, 2οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσι, καὶ
 τὸ = WH Treg NA/NIV: || ὁ ἐξ = RP
τὸ ὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας.
3ἔπεμψα δὲ τοὺς ἀδελφούς, ἵνα μὴ τὸ καύχημα ἡμῶν τὸ ὑπὲρ ὑμῶν κενωθῇ ἐν τῷ μέρει τούτῳ, ἵνα καθὼς ἔλεγον παρεσκευασμένοι ἦτε, 4μή πως ἐὰν ἔλθωσιν σὺν ἐμοὶ Μακεδόνες καὶ εὕρωσιν ὑμᾶς ἀπαρασκευάστους καταισχυνθῶμεν ἡμεῖς, ἵνα μὴ
 λέγωμεν = WH Treg RP: || λέγω = NA/NIV
λέγωμεν ὑμεῖς, ἐν τῇ ὑποστάσει
 ταύτῃ = WH Treg NA/NIV: || ταύτῃ τῆς καυχήσεως = RP
ταύτῃ.
5ἀναγκαῖον οὖν ἡγησάμην παρακαλέσαι τοὺς ἀδελφοὺς ἵνα προέλθωσιν
 εἰς = WH NA/NIV RP: || πρὸς = Treg
εἰς ὑμᾶς καὶ προκαταρτίσωσι τὴν
 προεπηγγελμένην = WH Treg NA/NIV: || προκατηγγελμένην = RP
προεπηγγελμένην εὐλογίαν ὑμῶν, ταύτην ἑτοίμην εἶναι οὕτως ὡς εὐλογίαν καὶ μὴ ὡς πλεονεξίαν.

6Τοῦτο δέ, σπείρων φειδομένως φειδομένως καὶ θερίσει, καὶ σπείρων ἐπ᾽ εὐλογίαις ἐπ᾽ εὐλογίαις καὶ θερίσει. 7ἕκαστος καθὼς
 προῄρηται = WH Treg NA/NIV: || προαιρεῖται = RP
προῄρηται τῇ καρδίᾳ, μὴ ἐκ λύπης ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ θεός.
8
 δυνατεῖ = WH Treg NA/NIV: || Δυνατὸς = RP
δυνατεῖ δὲ θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν·
9(καθὼς γέγραπται· Ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν, δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα· 10 δὲ ἐπιχορηγῶν
 σπόρον = Treg NA/NIV: || σπέρμα = WH RP
σπόρον τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν
 χορηγήσει = WH Treg NA/NIV: || χορηγήσαι = RP
χορηγήσει καὶ
 πληθυνεῖ = WH Treg NA/NIV: || πληθύναι = RP
πληθυνεῖ τὸν σπόρον ὑμῶν καὶ
 αὐξήσει = WH Treg NA/NIV: || αὐξήσαι = RP
αὐξήσει τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν·)
11ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι᾽ ἡμῶν εὐχαριστίαν τῷ θεῷ— 12ὅτι διακονία τῆς λειτουργίας ταύτης οὐ μόνον ἐστὶν προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ θεῷ— 13διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης δοξάζοντες τὸν θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας, 14καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ θεοῦ ἐφ᾽ ὑμῖν. 15
 χάρις = WH Treg NA/NIV: || χάρις δὲ = RP
χάρις τῷ θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ.



Copyright information for SBLG